Citations:δασύς
Appearance
- late 1st C. BC, Dionysius of Halicarnassus, Περὶ Συνθέσεως Ὀνομάτων in The Critical Essays II (Loeb Classical Library № 466, 1985), American →ISBN, British →ISBN, chapter xiv, paragraph 6 (page 102, lines 3–15):
- τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ̅ καὶ τὸ π̅ καὶ τὸ τ̅, δασέα δὲ τό τε θ̅ καὶ τὸ φ̅ καὶ τὸ χ̅, κοινὰ δὲ ἀμφοῖν τό τε β̅ καὶ τὸ γ̅ καὶ τὸ δ̅. φωνεῖται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε· τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τότε προβαλλόμενον ἐκ τῆς ἀρτηρίας τὸ πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ. καὶ ψιλὸν μέν ἐστιν αὐτῶν τὸ π̅, δασὺ δὲ τὸ φ̅, μέσον δὲ ἀμφοῖν τὸ β̅· τοῦ μὲν γὰρ ψιλότερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν γραμμάτων ἀφώνων ὁμοίῳ σχήματι λεγομένων, ψιλότητι δὲ καὶ δασύτητι διαφερόντων.
- Of the letters that are called “voiceless”, of which there are nine, three are smooth, three rough and three intermediate. The smooth letters are κ, π, and τ, the rough θ, φ, and χ; the intermediate β, γ, and δ. They are severally pronounced as follows: three of them, π, φ and β, from the edge of the lips, when the mouth is pressed shut and the breath is projected from the windpipe and breaks through the barrier. Of these letters π is smooth, φ rough and β intermediate between the two, being smoother than the latter and rougher than the former. This is one group of voiceless letters, all three letters being pronounced with a similar configuration ⟨of the mouth⟩, but differing in smoothness and roughness. ― translation from: Stephen Usher, opere citato LCL 466 (1985), chapter xiv, paragraph 6, page 103, lines 3–16