Citations:βαρύτης
Appearance
(Redirected from Citations:βαρύτητος)
Ancient Greek citations of βαρύτητος (barútētos)
- late 1st C. BC, Dionysius of Halicarnassus, Περὶ Συνθέσεως Ὀνομάτων in The Critical Essays II (Loeb Classical Library № 466, 1985), American →ISBN, British →ISBN, chapter xi, paragraph 4 (page 78, lines 1–9):
- τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἱ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἱ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ᾽ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτ᾽ ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν.
- Of the words which have both pitches, some have the grave fused with the acute on the same syllable, and we call these “circumflexed”; others have them falling on separate syllables, and each retains its own quality. Now in words of two syllables there is no interval intermediate between low and high pitch; while in polysyllabic words, however long, only one syllable carries the acute accent among the many others in low pitch. ― translation from: Stephen Usher, opere citato LCL 466 (1985), chapter xi, paragraph 4, page 79, lines 1–10
- τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἱ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἱ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ᾽ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτ᾽ ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν.
- ante AD 210, Sextus Empiricus (author), Jürgen Mau (editor), Πρὸς Μαθηματικούς in Sexti Empirici Opera rec. Hermannus Mutschmann, Leipzig: in aedibus B.G. Teubneri, volume III: Adversus Mathematicos libros I–VI continens (1954), book i: «Πρὸς Γραμματικούς», chapter: ‹ὅτι ἀμέθοδόν ἐστι καὶ ἀσύστατον τὸ τεχνικὸν τῆς γραμματικῆς μέρος›, § 119 (page 31, lines 14–22; Bekk. p. 626, lines 11–20):
- Ἀλλὰ ἀφέμενοί γε ταύτης τῆς ζητήσεως ἐκεῖνο ἂν λέγοιμεν, ὃ μᾶλλον δύναται θλίβειν τοὺς γραμματικούς. εἰ γὰρ κοινὰ λέγεται στοιχεῖα τρία, α ι υ, διὰ τὸ ἐπιδεκτικὰ τυγχάνειν μήκους τε καὶ συστολῆς, ἀκολουθήσει πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν· ἐπιδεκτικὸν γάρ ἐστι τῶν τεσσάρων προσῳδιῶν, βαρύτητος ὀξύτητος ψιλότητος δασύτητος. ἢ εἴπερ οὐχ ὑπομένουσι πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν, μηδ᾽ ἐκεῖνα λεγέτωσαν κοινὰ παρόσον ἐκτάσεως καὶ συστολῆς ἐστὶν ἐπιδεκτικά.